Mark 10:35-45

35Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης
 οἱ = Treg NA/NIV RP: || οἱ δύο = WH
οἱ υἱοὶ Ζεβεδαίου λέγοντες
 αὐτῷ = WH Treg NA/NIV: || [omit] = RP
αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ἐὰν αἰτήσωμέν
 σε = WH Treg NA/NIV: || [omit] = RP
σε ποιήσῃς ἡμῖν.
36 δὲ εἶπεν αὐτοῖς· Τί θέλετε
 ποιήσω = WH Treg: || με ποιήσω = NA/NIV; || ποιῆσαί με = RP
ποιήσω ὑμῖν;
37οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς
 σου ἐκ δεξιῶν = WH Treg NA/NIV: || ἐκ δεξιῶν σου = RP
σου ἐκ δεξιῶν ⸃ καὶ εἷς ἐξ
 ἀριστερῶν = WH Treg NA/NIV: || εὐωνύμων σου = RP
ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.
38 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω,
 ἢ = WH Treg NA/NIV: || καὶ = RP
τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
39οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς·
 Τὸ = WH Treg NA/NIV: || Τὸ μὲν = RP
Τὸ ποτήριον ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε,
40τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου
 ἢ = WH Treg NA/NIV: || καὶ = RP
ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται.

41Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42
 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς = WH Treg NA/NIV: || Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς = RP
καὶ προσκαλεσάμενος αὐτοὺς Ἰησοῦς ⸃ λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
43οὐχ οὕτως δέ
 ἐστιν = WH Treg NA/NIV: || ἔσται = RP
ἐστιν ἐν ὑμῖν· ἀλλ᾽ ὃς
 ἂν = WH Treg NA/NIV: || ἐὰν = RP
ἂν θέλῃ
 μέγας γενέσθαι = WH Treg NA/NIV: || γενέσθαι μέγας = RP
μέγας γενέσθαι ⸃ ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
44καὶ ὃς
 ἂν = WH NA/NIV: || ἐὰν = Treg RP
ἂν θέλῃ
 ἐν ὑμῖν εἶναι = WH NA/NIV: || ὑμῶν εἶναι = Treg; || ὑμῶν γενέσθαι = RP
ἐν ὑμῖν εἶναι ⸃ πρῶτος, ἔσται πάντων δοῦλος·
45καὶ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Copyright information for SBLG